TLG 2604 001 :: ULPIANUS :: Prolegomena in Demosthenis orationes Olynthiacas et Philippicas

ULPIANUS Gramm. Rhet., fiq Ulpianus Antiochenus
(A.D. 4)

Prolegomena in Demosthenis orationes Olynthiacas et Philippicas

Source: Dilts, M. (ed.), Scholia Demosthenica, vol. 1. Leipzig: Teubner, 1983: 1–13.

Citation: Page — (line)

1

(1t)

ΟΥΛΠΙΑΝΟΥ ΡΗΤΟΡΟΣ ΠΡΟΛΕΓΟΜΕΝΑ ΕΙΣ ΤΟΥΣ
2tΟΛΥΝΘΙΑΚΟΥΣ ΚΑΙ ΦΙΛΙΠΠΙΚΟΥΣ ΛΟΓΟΥΣ
3Πλείστην δοκοῦσιν ὁμοιότητα σῴζειν οἱ Φιλιππικοὶ λόγοι πρὸς τὰς τοῦ Θουκυδίδου δημηγορίας. οὐ γὰρ μόνον τὰ κεφάλαια ἴδοι τις ἂν ἐν τοῖς
5λόγοις τούτοις συμπεπλεγμένα ὥσπερ ἐν ἐκείναις καὶ τὰς ἀντιθέσεις οὕτω μετακεχειρισμένας, ἀλλὰ καὶ πολλὰ τῶν νοημάτων παραπεφρασμένα. αὐτίκα τῶν Ὀλυνθιακῶν ὁ πρῶτος οὐ πρὸς μίαν, ἀλλὰ καὶ πλείους ἔχει τὸν ζῆλον. ἔστι δ’ ὅτε οὐχ ἕνα μόνον λόγον πρὸς μίαν ὅλην προάγει δημη‐ γορίαν, ἀλλὰ καὶ κεφάλαιον πρὸς ὅλον κεφάλαιον καὶ κεφαλαίου δὲ μέρος
10πρὸς μέρος, πολλάκις δὲ καὶ πρὸς μέρη πλειόνων δημηγοριῶν κεφάλαιον ἕν, τό τε σύντομον τῶν λόγων ὅμοιον οὐδὲν ἧττόν ἐστι, καὶ τὸ ἀναγκαῖον δὲ πλεῖστον ᾧπερ ἐκεῖνος χρῆσθαι φιλεῖ. ἔστι δ’ ὅτε καὶ τὰς ὑποθέσεις οὐχ ὑπὲρ τῶν προσώπων, οἷς συνίστασθαι βούλεται, φανερῶς ἐνδείκνυται ποιούμενος, ἀλλ’ ὑπὲρ τῶν ἀκροατῶν, ὥσπερ ὁ Θουκυδίδης. τοιγάρτοι καὶ
15ὁ Λέσβιος (Th. 3, 9—14) καὶ ὁ Κερκυραῖος (Th. 1, 32—36), ὁ μὲν πρὸς Ἀθηναίους καταφεύγων διὰ συμμαχίαν ὁ δὲ ἀφιστάμενος πρὸς Λακεδαι‐ μονίους, οὐχ ὑπὲρ ἑαυτῶν τοσοῦτον δοκοῦσι ποιεῖσθαι τοὺς λόγους ὅσον ὑπὲρ τοῦ συμφέροντος τῶν ἀκροωμένων. καὶ ὁ Δημοσθένης δὲ τὸν πρῶτον τῶν Ὀλυνθιακῶν μεταχειριζόμενος οὐχ ὡς ὑπὲρ Ὀλυνθίων σπουδάζων
20προσποιεῖται λέγειν, ἀλλ’ ὑπὲρ αὐτῶν τῶν ἀκροατῶν καὶ τοῦ συμφέροντος τῶν Ἀθηναίων. καὶ τὴν μεταχείρισιν φαίνεται ὁ Δημοσθένης ἐκ τῶν δύο δημηγοριῶν, ὡς ἔφην, εἰς ταύτην τὴν Ὀλυνθιακὴν μεταστήσας. προσεκτι‐ κώτερος γὰρ ὁ ἀκροατὴς γίνεται, ὅταν ὑπὲρ οἰκείων ἀκούῃ καὶ ὑπὲρ τῶν αὑτῷ συμφερόντων βουλεύηται. ταύτῃ μὲν οὖν συγγένειαν πλείστην οὗτος
25ὁ λόγος ἔχει πρὸς ἐκείνας τὰς δημηγορίας κατὰ τὴν μεταχείρισιν. οὔτε γὰρ
τοσοῦτον οἱ Κερκυραῖοι οὔτε οἱ Λέσβιοι δοκοῦσι ποιεῖσθαι τοὺς λόγους1

2

ὑπὲρ τοῦ οἰκείου συμφέροντος ὅσον ὑπὲρ τοῦ τῶν ἀκροωμένων· οὔτε μὴν ὁ Δημοσθένης Ὀλυνθίοις συνιστάμενος ὡς ὑπὲρ Ὀλυνθίων τὸν λόγον βούλεται ποιεῖσθαι δοκεῖν, ἀλλ’ ὑπὲρ τοῦ κοινῇ συμφέροντος καὶ τοῦ μέλ‐ λοντος συνοίσειν τῇ πόλει. καὶ μὴν καὶ τὴν πρόοδον τῶν κεφαλαίων γεγε‐
5νημένην εὑρήσεις κατὰ ζῆλον τῆς Κορινθίων δημηγορίας. καὶ γὰρ ἐν ἐκείνῃ βουλόμενος ὁ Θουκυδίδης παροξῦναι τὸν ἀκροατὴν οὐ τὴν δύναμιν αὔξει τῶν Ἀθηναίων, ἀλλὰ τὴν προαίρεσιν αὐτῶν διαβάλλει καὶ τὴν γνώμην καὶ τὴν κακοήθειαν μεθ’ ἧς ἐν τοῖς Ἕλλησι πολιτεύονται· καὶ Δημοσθένης δὲ τὸ αὐτὸ τοῦτο ποιῶν πανταχοῦ τὴν φιλοπραγμοσύνην θρυλεῖ 〈τὴν Φιλίπ‐
10που〉 καὶ τὸ σπουδαίως καὶ κατὰ καιρὸν ἀντιλαμβάνεσθαι τῶν πραγμάτων, οὔτε ταῖς δυνάμεσιν οὔτε τῇ ῥώμῃ περιτιθεὶς μέγεθος, ὥστε τὸ κεφάλαιον τῷ κεφαλαίῳ πολλαχῶς παραπλήσιον εἶναι. καὶ μὴν καὶ τὸ ἀπὸ τοῦ καιροῦ παροξύνειν Θουκυδίδειον καὶ τῆς αὐτῆς δημηγορίας. Ἔχει δὲ πολλὴν ὁμοιότητα καὶ πρὸς δημηγορίας Ὁμηρικὰς ὁ λόγος, ἃς
15Ὀδυσσεὺς (Β284—332) καὶ Νέστωρ (Β337—368) ἐν τῇ δευτέρᾳ ῥαψῳδίᾳ πρὸς τοὺς Ἀχαιοὺς ποιοῦνται, ὁ μὲν ἐπιτιμῶν ὅτι οὐκ ἀντέχονται τῶν πραγμάτων ἐρρωμένως καὶ ἀξιῶν χρῆσθαι ταῖς τῶν θεῶν εὐνοίαις, ὁ δὲ ὑπομιμνήσκων ὅρκων καὶ συνθηκῶν τοῖς Ἀτρείδαις, ὥσπερ καὶ οὗτος (7) ‘νυνὶ γὰρ ὃ πάντες ἐθρύλουν, ὡς Ὀλυνθίους ἐκπολεμῶσαι δεῖν Φιλίπ‐
20πῳ‘ ὑπομιμνήσκων ὡς ἐπηγγείλαντο Ὀλυνθίοις βοήθειαν καὶ ὅπως ἄτοπον τὸ παραβαίνειν τὰς ὑποσχέσεις. ἐν οἷς δέ τις ἐκείνων τῶν δημηγόρων ὑπο‐ μιμνήσκει τῶν παρὰ τῶν θεῶν ὑποσχέσεων καὶ τῶν συμβόλων καὶ τῶν οἰωνισμάτων, ἐν τούτοις ὅτι θεοὶ τοῦ Ἑλληνικοῦ στρατοπέδου προεστήκασι συνίστησι· τοῦτό τοι καὶ Δημοσθένης πεποίηκεν ἐν τούτῳ τῷ λόγῳ
25ὑπομιμνήσκων τῶν καιρῶν ἐκείνων καὶ τῶν προφάσεων ὧν παρέσχον πολ‐ λάκις οἱ θεοὶ τῇ πόλει, οἷον (10) ‘καί μοι δοκεῖ τις, ὦ Ἀθηναῖοι, δίκαιος λογιστὴς τῶν παρὰ τῶν θεῶν ἡμῖν ὑπηργμένων καταστάσ‘ λέγων, ὥστε πῇ μὲν νουθετικὸν καὶ ἐπιτιμητικόν, πῇ δὲ ὑποθετικόν, πῇ δὲ προτρεπτι‐ κὸν εἶναι τοῦτον τὸν λόγον, πρὸς τὰς Ὁμήρου καὶ Θουκυδίδου δημηγορίας
30μεμιμημένον. Τριῶν δὲ ὄντων τῶν ἀντικειμένων αὐτῷ καὶ λυπούντων πρὸς τὴν παροῦ‐ σαν ὑπόθεσιν, ἑνὸς μὲν τοῦ μὴ οἰκεῖον εἶναι τὸν πόλεμον (τί γὰρ προσήκει τῇ πόλει τῶν Ἀθηναίων ὁ πρὸς Ὀλυνθίους πόλεμος;), τοῦ δευτέρου δὲ τοῦ
μηδὲ χρήματα ὑπάρχειν πρόχειρα τοῖς στρατευομένοις, τρίτου δὲ τοῦ2

3

ἰσχυρὸν εἶναι τὸν Φίλιππον, πρὸς ἑκάτερον ἐρρωμένως ἀντέστη, τὸ δὲ ἀνῄρηκε. Τὸ μὲν 〈γὰρ〉 μὴ ἀλλότριον εἶναι τὸν πόλεμον, ἀλλὰ οἰκεῖον καὶ προσήκον‐ τα τῇ πόλει, διχόθεν δείκνυσιν. ἐξ ἑνὸς μὲν καὶ πρώτου οὗ καὶ πεφύκασιν
5ἅπαντες ἡττᾶσθαι ἄνθρωποι, τῆς φιλοτιμίας λέγω καὶ τῆς ἡγεμονίας· δείκνυσι γὰρ τὸν ὑπὲρ Ὀλυνθίων ἐσόμενον πόλεμον ἀρχὴν 〈ὄντα〉 προστα‐ σίας Ἑλληνικῆς καὶ ἡγεμονίας ἣν εἶχον πάλαι. καὶ γὰρ ἂν αὐτῶν γενέσθαι πάλιν βραβεύειν τὰ Ἑλληνικά, εἰ τούτων ἀντιλάβοιντο τῶν πραγμάτων. καὶ ταῦτά φησιν ἐν οἷς λέγει (2) ‘ὁ μὲν παρὼν καιρὸς μόνον οὐχὶ λέγει
10φωνὴν ἀφιεὶς ὅτι τῶν πραγμάτων ἐκείνων ἀντιληπτέον ἡμῖν, εἴπερ περὶ σωτηρίας αὐτῶν φροντίζετε‘. ἐπειδὴ γὰρ ὁ λόγος καὶ ἡ προτροπὴ μέγεθος ἔχει, περιέθηκε τῷ καιρῷ τὴν προτροπήν, οὗτός ἐστιν ὁ καιρὸς ἐκεῖνος, λέγων, ὁ καλῶν ὑμᾶς καὶ διεγείρων ἐπὶ τὴν ἀνάκτησιν καὶ τὴν σωτηρίαν τῶν πραγμάτων ἐκείνων, εἰ φροντίζετε τῆς αὐτῶν σωτηρίας· τουτέστιν,
15εἰ μέλει τῇ πόλει τοῦ προεστάναι τῶν ‘Ἐλλήνων, οὗτός ἐστιν ὁ καιρὸς ὁ διδοὺς πάλιν τὴν ἡγεμονίαν τῇ πόλει. ἐξ ἑτέρου δὲ ὃ περιέχει τὸ ἀναγκαῖον, δι’ οὗ καὶ φόβον ἤδη τοῖς ἀκούουσιν ἐργάζεται, συνιστὰς ἐξήκοντα ἂν ἐπὶ τὴν Ἀττικὴν Φίλιππον, εἰ μὴ Ὀλύνθιοι σῴζοιντο, ὥστε αὐτοὺς φοβου‐ μένους λοιπὸν τῶν πράξεων ἐρρωμένως ἀντέχεσθαι. ἑκατέρα δὲ τῶν ἀπο‐
20δείξεων Θουκυδίδου, καὶ εἴληπται ἐκ τῆς Κορινθίων, ὡς ἔφην, δημηγο‐ ρίας (1, 68—71). καὶ γὰρ ἐπὶ προστασίαν τῶν Ἑλλήνων προάγει τοὺς Λακεδαιμονίους ὁ Κορίνθιος καὶ φοβεῖ πάλιν οἷς δείκνυσιν ὁδῷ βαδίζοντας ἐπὶ τὴν Πελοπόννησον Ἀθηναίους· 〈ὃ〉 καλῶς ἄν τις εἴποι τὸ ἀναγκαῖον εἶναι. καὶ ταῦτα μὲν περὶ τοῦ οἰκεῖον εἶναι τῇ πόλει τὸν πόλεμον.
25Τὸν δὲ περὶ τῶν χρημάτων λόγον ἐγύμνασεν ἐξ ἀντιθέσεως, συνιστὰς ὑπάρχειν ἱκανὰ τῇ πόλει, εἰ βούλοιντο λῦσαι τὸν νόμον ὃν Εὔβουλος ἔθηκεν. ἐν ᾧ καὶ θαυμάσειεν ἄν τις αὐτοῦ τὴν μεταχείρισιν καὶ τὸ ὑπερβάλλον τῆς δεινότητος. εἰδὼς γὰρ δυσχερέστατον ὄντα τὸν λόγον τοῖς ἀκούουσι καὶ οὐκ ἂν ἡδέως προσιεμένους, ἄλλην ἀνάγκην αὐτοῖς ἐφίστησι μείζονα. φησὶ
30γὰρ δεῖν εἰσφέρειν ἕκαστον, οὐ τῶν πλουσίων μόνον, ἀλλὰ καὶ πάντων
ἁπλῶς, ἵν’ εὐλαβούμενοι τὴν ἐκ τῶν οἰκείων εἰσφορὰν ἕλωνται τὸν νόμον3

4

ἐξαλεῖψαι δι’ ὃν δοκοῦσι μικρὰ κερδαίνειν. καὶ ἔστι τοῦτο 〈τὸ〉 μέρος περιεκτικὸν μέρους τοῦ δυνατοῦ τῶν Ἀθηναίων. καὶ ὃν τρόπον ἐν ταῖς κατασκευαῖς τοῦ προσήκειν αὐτοῖς τὸν πόλεμον μετέστησε τὸν φόβον ἐπ’ αὐτούς, ἵνα μὴ ὡς ὑπὲρ Ὀλυνθίων, ἀλλ’ ὑπὲρ αὑτῶν βουλεύωνται,
5τοῦτον τὸν τρόπον κἀνταῦθα περιέστησεν αὐτοῖς φροντίδα μὴ περὶ τοῦ δεῖν λαμβάνειν ἐκ τῶν κοινῶν, ἀλλ’ ὅπως οἴσουσιν ἐκ τῶν οἰκείων, ἵνα δυοῖν αἱρέσεων προκειμένων, τοῦ τε μὴ λαμβάνειν μικρὰ καὶ τοῦ πρὸς τὴν χρείαν εἰσφέρειν, ἂν δέῃ, πολλά, ἕλωνται τῶν ἐλαττόνων ἀποστάντες τὰ οἰκεῖα κερδαίνειν. καὶ ἔμοιγε δοκεῖ καὶ τὸν περὶ τῆς διπλῆς παρασκευῆς
10λόγον διὰ τοῦτο πεποιῆσθαι, οὐχ ἵνα δύο δυνάμεις ὄντως ἐξαποστείλωσι, τὴν μὲν ἐπὶ τὴν Μακεδονίαν τὴν δὲ ἐπὶ τὴν Ὄλυνθον, ἀλλ’ ἵνα φοβηθέντες τὴν ὑπερβολὴν τῶν ἀναλωμάτων, εἰ ἀνάγκη γένοιτο ἐκ τῶν οἰκείων εἰσφέρειν, πάσῃ γνώμῃ καὶ παντὶ τρόπῳ τῶν θεωρικῶν ἀποστῶσι. Τρίτον ἐστὶν ἓν ἔτι τῶν λυπούντων πρὸς τὴν ὑπόθεσιν. τοῦτο δέ ἐστι τοῦ
15Φιλίππου τὸ δυνατόν. τοῦτο τοίνυν διέλυσε Θουκυδιδείῳ μεταχειρίσει, καθάπερ ἐκεῖνος ἐν ταῖς Σικελικαῖς δημηγορίαις καὶ Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ. μὴ ἔχων γὰρ ἀρνεῖσθαι ὅτι ὁ Φίλιππος δύναμιν ἔχει, κατὰ μέρος αὐτὴν διελὼν καὶ κατακερματίσας πρὸς μέρος, ἀσθενέστερον τῷ λόγῳ κατέστησε, τοὺς μὲν ἐφεστηκότας σκαιοὺς ταῖς γνώμαις δεικνύς,
20τοὺς δὲ ἐπιβούλως διακειμένους, τοὺς δὲ ἀσθενεῖς ὑπάρχοντας φύσει· ὅπερ ἐκεῖνος ἐποίησεν ἐπὶ τῆς βασιλέως δυνάμεως. Οὐ μὴν ὁμοίαις εἰσαγωγαῖς ἐχρήσατο ἐπὶ τῶν τριῶν τούτων, ἅπερ ἔφαμεν ἀντικεῖσθαι αὐτῷ πρὸς τὴν ὑπόθεσιν, οὐδὲ κατὰ ἀντιθέσεις ἀπαντᾷ, ἀλλὰ τὸ μὲν πρῶτον, δι’ οὗ κατασκευάζει οἰκεῖον εἶναι τὸν πόλε‐
25μον, ὡς προηγούμενον. οὗ προελθόντος καὶ προκεχωρηκυιῶν ἤδη τῶν κατασκευῶν, λεληθότως τῆς ἀντιθέσεως καὶ ἀνυπόπτως μνήμην πε‐ ποίηται. μετὰ γὰρ τὸ πολλάκις ἀποδείξεις ποιήσασθαι τοῦ δεῖν τῶν πραγ‐ μάτων ἀντέχεσθαι ἐπήγαγε (7) ‘νῦν γὰρ ὃ πάντες ἐθρύλουν ὡς Ὀλυν‐ θίους ἐκπολεμῶσαι δεῖν‘. ὃ δοκεῖ ὥσπερ ἀναίρεσιν ἐργάζεσθαι τῆς ἀντι‐
30θέσεως. τίς γὰρ ἂν τολμήσειεν ἀλλότριον ἔτι φάσκειν εἶναι τὸν πόλεμον ὃν οὗτοι πολλάκις κατασκευάζειν ᾑροῦντο; σύνηθες δὲ αὐτῷ τοῦτο ποιεῖν, κρύπτειν μὲν τὰς ἀρχάς, ἐκ δὲ τοῦ τέλους ἄρχεσθαι, ἐν οἷς συναρπάζειν βούλεται τοὺς ἀκούοντας ὡς ὑπὲρ ὁμολογουμένων. οὐ γὰρ ἦν ὅμοιον εὐθὺς μάχεσθαι πρὸς ἀμφισβητούμενον καὶ ὡς ὑπὲρ ὁμολογουμένων προτρέπειν,
35ἄλλως τε καὶ τοῦ ἀναγκαίου δεικνύντος τὸν ἐσόμενον κίνδυνον εἰ ῥαθυμή‐4

5

σαιεν. τοῦτο μὲν οὖν ἐστι τὸ πρῶτον τῶν κεφαλαίων μέρος. τὸ δὲ δεύτερον, ὅπερ ἔχει τὸν περὶ τῶν χρημάτων λόγον, ἐξ ἀντιθέσεως εἰσήγαγε (19) ‘περὶ δὲ χρημάτων πόρου‘ λέγων· ἀλλὰ πόθεν ἕξομεν χρήματα; ὃ καὶ αὐτῷ χαλεπώτατον εἶναι δοκοῦν μετὰ κατασκευῆς προοιμιακῆς εἰσήγαγε, προ‐
5θεραπεύσας ἑαυτῷ τὸν ἀκροατὴν καὶ προεπαγγελλόμενος κατορθώσειν αὐτοὺς ἅπαντα, εἰ μόνον πεισθεῖεν αὐτῷ. τὸ δὲ τρίτον ἐξ ἀντιθέσεως φα‐ νερῶς καὶ λαμπρῶς εἰσηγμένης. ἔστι τοίνυν τὰ ἀνωτάτω κεφάλαια τοῦ λόγου δύο, τὸ συμφέρον καὶ τὸ δυνατόν. κατασκευάζει δὲ διὰ μὲν τοῦ συμ‐ φέροντος τὸ μήτε ἀλλότριον εἶναι τὸν πόλεμον μήτε ὑπὲρ μικρῶν. τῷ μὲν
10γὰρ δοκεῖν ἐπὶ Θρᾴκης ἔσται, τῇ δὲ ἀληθείᾳ ὑπὲρ αὐτῆς Ἀττικῆς, ὑπὲρ αὐτῶν Ἀθηναίων, ὑπὲρ δόξης, ὑπὲρ φιλοτιμίας. τοῦτο δὲ ποικίλως κατ‐ εσκεύασεν, οὐ μόνον ἐκ τῶν ἐνδόξων καὶ προτρεπτικῶν, ἀλλὰ καὶ ἐκ τῶν ἀντικειμένων, δεικνὺς ὅση αἰσχύνη καὶ ὅσον ὄνειδος περιέσται τῇ πόλει, εἰ περιιδοῦσα τοῦτον τὸν πόλεμον ὑπὲρ τῶν οἰκείων καὶ ὑπὲρ τῆς χώρας
15αὐτῆς κινδυνεύσειεν, εἶτα καὶ ἐκ τοῦ ζήλου τοῦ πρὸς τὸν πολέμιον, ὡς αἰσχρὸν ἐκεῖνον μὲν διὰ φιλοπονίαν ἅπαντα κατορθοῦν, Ἀθηναίους δέ, καὶ ταῦτα τοὺς θεοὺς ἔχοντας καὶ τὴν τύχην συναιρομένην, μηδὲν ἄξιον μήθ’ ἑαυτῶν μήτε τῶν κρειττόνων διαπράττεσθαι. ταῦτα μὲν τοῦ συμ‐ φέροντος. τὸ δὲ δυνατὸν ἐφ’ ἑκάτερα τὴν ἐργασίαν ἔχει· καὶ γὰρ τὸ οἰκεῖον
20ἐξήτασε καὶ τὸ τῶν πολεμίων. ἀλλὰ τὸ μὲν οἰκεῖον, ὡς ἂν ὑπάρξειε καὶ πόθεν τὰ χρήματα δηλονότι, ὁμολογουμένων μὲν ὁπλιτῶν, ὁμολογουμένων δὲ ἱππέων, αὐταρκούσης δὲ καὶ τῆς Ὀλυνθίων μετὰ τῆς Ἀθηναίων δυνά‐ μεως· διόπερ καὶ ὁ περὶ τούτων ὡς ὁμολογουμένων παρείληπται λόγος. τὸ δὲ τοῦ Φιλίππου ἔλυσε δυνατόν, ἀποδείξας σαθρὸν ὑπάρχον διὰ πολλὰς
25καὶ μεγάλας αἰτίας, αἳ σημαίνονται διὰ τῶν καθ’ ἕκαστον. Ἀναγκαῖον δέ ἐστιν ἀναλαβόντα διελέσθαι τὸν λόγον καὶ δεῖξαι ὃν τρόπον αὐτῷ προῆκται. οὐκοῦν ἐν μὲν τῷ προτέρῳ προοιμίῳ δῆλός ἐστι καὶ τὸ κατὰ τὰ χρήματα διοικούμενος ὅθεν ἕξουσιν οἱ στρατιῶται. καὶ εἴωθε τοῦτο ποιεῖν συναρπάζων τὸν ἀκροατήν, τὰ δεύτερα πρὸ τῶν προηγουμένων
30εἰσάγων. ὡς γὰρ ὁμολογουμένου τοῦ ὅτι ὑπὲρ αὐτῶν ἔσται ὁ πόλεμος, οὕτω τὸν περὶ τῶν χρημάτων ποιεῖται λόγον. καίτοι γε πρότερον ἀποδει‐ χθῆναι ἔδει πότερόν ποτε οἰκεῖος αὐτῶν ὁ πόλεμος ἢ οὐκ οἰκεῖος, ὁ δὲ τοῦτο
ὥσπερ ὁμολογούμενον συναρπάσας ἀπὸ τῶν δευτέρων ἄρχεται. τοῦτο δὲ5

6

πεποίηκε καὶ ἐν τῷ περὶ τοῦ στεφάνου λόγῳ (18, 5—7). μηδέπω γὰρ συστήσας πότερον αὐτὸν ἢ Κτησιφῶντα ἀπολογήσασθαι δεῖ, συναρπάσας τοῦτο ὡς ὁμολογούμενον ἀξιοῖ τοὺς ἀκούοντας ἐπιτρέπειν αὑτῷ καθ’ ἣν βούλεται τάξιν προάγειν τὸν λόγον. τὸ δὲ δεύτερον μέρος τοῦ αὐτοῦ
5προοιμίου λεληθυῖαν ἔχει τὴν ἔνδειξιν τοῦ πεποιθέναι τοῖς λογισμοῖς καὶ ὅτι οὐδεὶς βελτίονα εἰσηγήσεται. ἡ γὰρ εἰς ἅπαντας τοὺς ῥήτορας πρό‐ κλησις θαρροῦντός ἐστι καὶ πεποιθότος τῷ σκέμματι, δι’ οὗ προαποκρούε‐ ται τοὺς περὶ τῶν χρημάτων ἀντικειμένους λόγους. ἅπασα γὰρ ἡ ἔννοια ἡ περὶ τῆς προκλήσεως τῶν ῥητόρων ἐπὶ τὸν περὶ τῶν χρημάτων λόγον
10ἔχει τὴν ἀναφοράν, ὥστε τὸ μὲν πρότερον προοίμιον τοῦ συμφέροντος ἅμα καὶ τοῦ δυνατοῦ εἶναι, τῆς μὲν προτέρας ἐννοίας ἐμφανιζούσης τὴν τῶν χρημάτων χρείαν, τῆς δὲ δευτέρας ἀντιπροκαλουμένης ἤν τις ἔχῃ λέγειν βελτίονα πόρον. Τὸ δὲ δεύτερον προοίμιον ἐνδεικτικὸν μὲν τοῦ συμφέροντος· ἀπὸ γὰρ
15τοῦ ἐνδόξου εἴληπται καὶ ἔχει τὴν περὶ τῆς ἡγεμονίας ἔννοιαν, ὅτι τῶν ‘Ἑλλήνων αὐτοὺς προστατεῖν δεῖ καὶ ἀντιλαμβάνεσθαι τῆς ἡγεμονίας καὶ ἀνακτᾶσθαι πάλιν ἀπολωλυῖαν. ἐνδεικτικὸν δὲ οὐδὲν ἧττον καὶ τοῦ δυ‐ νατοῦ μέρους ἂν εἴη. οὐκοῦν πρὸς τὴν φύσιν τῶν κεφαλαίων ἑκάτερον ἂν εἴη τῶν προοιμίων μικτόν, ἐπεὶ καὶ μικτὴ τῶν κεφαλαίων ἡ φύσις. τὰ δὲ
20ἐντεῦθεν λοιπὸν εἰσβολὴν εἰς τὸ δυνατὸν ἔχει (2) ‘ἔστι δὴ τά γ’ ἐμοὶ δο‐ κοῦντα‘, λαβόντα ἐντεῦθεν τὴν ἀρχήν. πρὸ γὰρ τοῦ τὸ συμφέρον φανερῶς κατασκευάσαι καὶ ἀποδεῖξαι τὸν πόλεμον ὄντα οἰκεῖον προϋπέβαλε τὸν περὶ τοῦ δυνατοῦ λόγον, ἵν’ ὥσπερ ἐφ’ ὁμολογουμένοις τὸ τῆς συμβουλῆς περαίνηται. οὐ γὰρ εἰ συμφέρει βοηθεῖν ἢ μὴ ἡ πρώτη ζήτησίς ἐστιν,
25ὥσπερ οὖν κατὰ φύσιν ἦν, ἀλλὰ περὶ τοῦ πότερον πολιτικῇ δυνάμει χρη‐ στέον ἢ ξενικοῖς στρατεύμασι. καὶ δέδωκε καθόλου μέθοδον 〈τοῦ〉 συν‐ αρπάζειν ἀεὶ τὸν ἀκροατὴν ἐν τοῖς κατεπείγουσι καὶ μὴ περὶ τῶν πρώτων τῇ δυνάμει ποιεῖσθαι τὴν ζήτησιν, ἀλλὰ περὶ τῶν δευτέρων πολλάκις, ὡς τῶν μὲν ὁμολογουμένων τῶν δ’ ἀμφισβήτησιν ἐπιδεχομένων ἔτι. οὐ
30μὴν ἀπολείπεται τοῦ κατασκευάζειν καὶ αὐτὸ τὸ προηγούμενον, ἀλλ’ ὅταν προκαταλάβηται τὸν ἀκροατὴν καὶ ἀναδεδεγμένον τὴν ὑπόθεσιν ἴδῃ, τότε καὶ περὶ τῶν τῇ 〈μὲν〉 φύσει προηγουμένων τῇ 〈δὲ〉 τάξει δευτέρων πείθειν ἐπιχειρεῖ, οὐχ ὡς διδάσκων μέντοι ἀλλ’ ὡς αἰτιώμενος ἢ νουθετῶν καὶ ὅλως τοιαύταις μεταχειρίσεσι κατ’ αὐτῶν ἀεὶ χρώμενος· ὅπερ κἀνταῦθα
35πεποίηκεν. ἐνίσταται δὲ εὐθὺς ἐξ ἀρχῆς πρὸς ἀντίθεσιν. ἐπειδὴ γὰρ δέ‐6

7

δοικε μὴ ξενικῷ πάλιν ἡ πόλις χρήσηται καὶ ἐπί τινα συνήθη παραμυθίαν δράμῃ, δι’ ἣν ἀπολώλεσαν καὶ οἱ σύμμαχοι, ὑποτέμνεται τὴν ἀντίθεσιν ἀξιῶν βοήθειαν πέμπειν ἐκ τῆς πόλεως. Εἶτα τούτου τοῦ μέρους ἀπαλλαγεὶς ἐπισυνῆψεν εὐθὺς τὸ πρεσβείαν
5πέμπειν πρὸς Ὀλυνθίους καὶ συμμαχίαν αὐτοῖς ἐπαγγέλλεσθαι. καὶ ἄξιον ἐπισημήνασθαι παρ’ ὅλην τὴν ὑπόθεσιν, πῶς τῶν πρὸ ἡμῶν ἐξηγησαμένων οὐ πάντων εἰπόντων σχεδὸν πρεσβείαν, ἀλλὰ τοὐναντίον αὐτὸς φαίνεται πρεσβείαν ἀξιῶν ἐκπέμπειν, καὶ τὴν αἰτίαν ἀποδιδοὺς δι’ ἣν ἀναγκαῖον ἤδη πρεσβεύεσθαι, τὸ δύνασθαι τὸν Φίλιππον ἐξαπατῆσαι καὶ παρασπά‐
10σασθαί τι τῶν πραγμάτων σκήπτεται. οἰηθείη μὲν οὖν ἄν τις τοῦτο τοῦ συμφέροντος εἶναι, τὸ δεῖν πρεσβείαν ἐκπέμπειν· ὅτι γὰρ συμφέρει πρε‐ σβεύεσθαι κατασκευάζει. καὶ οὐκ ἂν ἁμάρτοι τις λέγων ἐντεῦθεν εἶναι τὴν εἰσαγωγὴν τοῦ συμφέροντος ὡς πρὸς τὴν ἀντίθεσιν, ἣ μετὰ μικρὸν δειχθή‐ σεται. αἱ μέντοι γε αἰτίαι σύμπασαι καὶ κατασκευαὶ τοῦ δυνατοῦ ἂν εἶεν.
15ποιεῖ δὲ τοῦτο καὶ Θουκυδίδης συμπλέκων πανταχοῦ τὰ κεφάλαια, καὶ τοῦτο εὑρήσεις ἐν τούτῳ τῷ λόγῳ· τὰς γὰρ αὐτὰς ἐννοίας καὶ τοῦ συμφέ‐ ροντος καὶ τοῦ δυνατοῦ εἴποις ἂν εἶναι. θαυμάσαι δὲ ἄξιον τῆς δεινότητος, ὅτι φόβον τινὰ θαυμάσιον περιίστησι τοῖς ἀκούουσι, τὸν τρόπον διεξιὼν τοῦ Μακεδόνος καὶ οὐ τὴν ῥώμην, μετὰ τοῦ μὴ παρασκευάζειν αὐτοὺς
20ἀπαγορεύειν πρὸς τὰς πράξεις ἐκ τῆς ὑπερβολῆς τῶν φόβων, ἀλλὰ μετὰ τοῦ προτρέπειν καὶ κινεῖν ἐπὶ τὸν ὅμοιον ζῆλον. εἶτα, δι’ ὧν φοβεῖ, διὰ τού‐ των καὶ παραμυθεῖται πάλιν, εὐφώρατον ἀποδεικνὺς τὸν τρόπον τοῦ Μακε‐ δόνος, καὶ ταύτῃ μὴ ἂν ἔτι ταῖς ἀπάταις ἁλωσόμενον τὸν Ὀλύνθιον· ὃ ποιεῖ καὶ Θουκυδίδης ἐν τῇ Κορινθίων δημηγορίᾳ (1, 68—71). ἐν οἷς γὰρ
25ἐπιτιμᾷ, ἐν τούτοις ἐπαινεῖ πάλιν καὶ παραμίγνυσι ταῖς μέμψεσι τὸ ἐγκώ‐ μιον καὶ φοβεῖ καὶ προτρέπει καὶ ἐπαινεῖ καὶ μέμφεται, διὰ τῶν ἐναντίων τὴν δημηγορίαν προτάσσων. εἶθ’ ὥσπερ ἀπαλλαγεὶς τῶν ἐκ τοῦ Φιλίππου φόβων εἰς τοὺς αὐτοὺς πάλιν ἐπάνεισι· συμφέρει γὰρ μὴ ταχέως ἀπαλλάξαι τὸν ἀκροατὴν τῶν φόβων. ταῦτα δὲ ποιεῖ συνεχῶς καὶ ὁ Κορίνθιος πρὸς
30τὸν Λακεδαιμόνιον. φοβούσης δὲ αὐτὸν καὶ τῆς τῶν ἀκροατῶν ῥαθυμίας, πανταχοῦ τὸν καιρὸν προβάλλεται, ὅσπερ ἐστὶ τόπος τοῦ δυνατοῦ προ‐ τρεπτικός, μηδεμίαν αὐτοῖς ἄνεσιν ἐνδιδοὺς μηδὲ ῥᾳστώνης καιρόν, καὶ
τὸν αὐτὸν τρόπον ἀξιῶν τῶν πραγμάτων προστατεῖν, ὅνπερ ὁρῶσι καὶ τὸν7

8

Φίλιππον τῶν αὐτῶν καταρχόμενον, τῷ συμφέροντι 〈συμπλέκων〉 τὸ δυνα‐ τόν. ταῦτα γὰρ ἅπαντα ὄντα τοῦ συμφέροντος οὐδὲν ἧττόν ἐστι τοῦ δυνα‐ τοῦ. οὐδαμοῦ δὲ ἐν τούτοις ἐκείνην ὁρῶ τὴν ἀντίθεσιν ἣν εἰώθασι θρυλεῖν ἅπαντες· ‘ἀλλὰ ἄπιστοι γεγόνασι περὶ τὴν πόλιν Ὀλύνθιοι‘. οὔτε γὰρ κα‐
5τασκευάζει ὅτι οὐ διαλύσονται πρὸς τὸν Φίλιππον οὐδὲ προσήσονται τοὺς παρ’ ἐκείνου λόγους, οὔτε τὸ ὅτι πιστοὶ ἔσονται συνίστησιν· ἀλλ’ ἐπειδὴ εἶπεν, ἵνα πέμψωσι πρεσβείαν, καὶ ἐξῇρε τὸν παρὰ Φιλίππου φόβον καὶ τὴν ἐκείνου πανουργίαν ὑπώπτευσε, μὴ τοὺς συμμάχους αὐτῶν διαφθείρῃ, λύων τούτους τοὺς φόβους καὶ δεικνὺς τηνάλλως σοφιστὴν ἐσόμενον Φίλ‐
10ιππον, εἰ μόνον οἱ πρέσβεις οἱ τῶν Ἀθηναίων παραγένοιντο καὶ ἐπαγγεί‐ λαιεν τὴν βοήθειαν, εἰκότως πρὸς σύστασιν χρῆται τούτοις τοῖς λόγοις οὐκ ἀπολογούμενος ὑπὲρ τῶν Ὀλυνθίων, ἀλλὰ συνιστὰς μὴ ἁλωσομένους ταῖς τοῦ Μακεδόνος ἀπάταις. ὅπερ πεποίηκε καὶ ὁ Κερκυραῖος παρ’ Ἀθη‐ ναίοις δημηγορῶν (Th. 1, 35, 5), ἐν οἷς φησιν ‘ὅτι οἱ αὐτοὶ πολέμιοι ἡμῖν,
15ὅπερ σαφεστάτη πίστις, καὶ οὗτοι οὐκ ἀσθενεῖς, ἀλλ’ ἱκανοὶ τοὺς μετα‐ στάντας βλάψαι‘. ἃ γὰρ ἐκεῖνος πεποίηκε τὸν Κερκυραῖον λέγοντα ὑπὲρ ἑαυτοῦ, ταῦτα αὐτὸς ὁ Δημοσθένης ὑπὲρ Ὀλυνθίων λέγει, συνιστὰς μὴ ἂν ἔτι τὴν τοῦ Φιλίππου πανουργίαν ἰσχύσειν πρεσβευσαμένης τῆς πό‐ λεως.
20Πῶς ἂν οὖν εἴη ταῦτα τῆς ἀντιθέσεως τῆς ‘ἀλλ’ ὅτι ἄπιστοι Ὀλύνθιοι‘, ἣν ἑαυτοῖς 〈οἱ〉 ἐξηγησάμενοι πλάττονται, ‘ταῦτ’ οὖν ἐγνωκότεσ‘ (7); πληρώσας ἄχρι τούτου μέρος τι τοῦ συμφέροντος, ἐν ᾧ τὴν αἰτίαν δι’ ἣν προσήκει πρεσβεύσασθαι προὔθηκε, καὶ συνέστησε τὸ μὴ ἐξαπατηθήσε‐ σθαι τοὺς Ὀλυνθίους, μηδ’ ἂν δυνήσεσθαι Φίλιππον παραλῦσαί τι τῆς
25ἐκείνων σπουδῆς, εἰ μόνον ἀντέχοιτο τῶν πραγμάτων ἡ πόλις καὶ τοὺς πρέσβεις πέμψειεν· ἐν οἷς ἔλαττον μὲν τὸ συμφέρον, πλέον δὲ τὸ δυ‐ νατὸν ἐξείργασται. ἐντεῦθεν μεταβαίνει ἐπ’ ἄλλο τι μέρος τοῦ αὐτοῦ κεφαλαίου, λέγω τοῦ συμφέροντος, συμπλέκων μὲν οὐδὲν ἧττον κἀν‐ ταῦθα τὸ δυνατόν· ἀλλ’ ὥσπερ ἐν τοῖς προειρημένοις τὸ δυνατὸν ἐπλεό‐
30ναζε καὶ αὐτοῦ ἦν ὡς προηγούμενον, οὑτωσὶ καὶ ἐν τοῖς ἐφεξῆς τὸ μὲν συμφέρον μᾶλλον προηγεῖται, τὸ δὲ δυνατὸν ἕπεται. ‘Νυνὶ γὰρ ὃ πάντες ἐθρύλουν‘ (7) αὕτη ἐστὶν ἡ λύσις τῆς ἀντιθέσεως τῆς
ὅτι ‘ἀλλ’ οὐκ οἰκεῖος ἡμῖν ὁ πόλεμοσ‘. ἣν οὐκ ἔθηκε δι’ ὃ προείπομεν ἐν8

9

θεωρήματι, ἵνα μὴ δοκῶν ᾖ περὶ ἀμφισβητουμένων μάχεσθαι, ἀλλ’ ὅτε προὔλαβε τὸν ἀκροατὴν καὶ ἔδειξε μὴ ἀπατηθησόμενον τὸν σύμμαχον, ἵνα φαίνωνται μόνον οὐ καὶ εὐξάμενοι συμβῆναι τὸν πόλεμον, τότε οἰκεῖος αὐτοῖς ἐστιν ὁμολογουμένως φανήσεσθαι.
5Βεβαιοῖ δὲ καὶ διὰ τῆς δευτέρας ἐννοίας τὴν αὐτὴν λύσιν. καὶ γὰρ Εὐβοεῦσιν οὐκ οἰκείοις οὖσιν οὐδὲ συμμάχοις βεβοηθήκασιν, ‘εἰ γὰρ ὅθ’ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότεσ‘ (8). κἀν τούτοις τὸ μὲν συμφέρον προηγεῖται (μέμφεται γὰρ αὐτοῖς ῥαθυμήσασι καὶ καθάπτεται ἠμεληκό‐ των), ἕπεται δὲ δι’ ὑπονοίας καὶ τὸ δυνατόν. ὅταν γὰρ λέγῃ βεβοηθηκέναι
10τοῖς Εὐβοεῦσι καὶ σεσωκέναι, δῆλός ἐστι καὶ τὸ δυνατὸν τὸ τῆς πόλεως συνιστάς. ἄξιον δὲ καὶ τὸ παράδειγμα θαυμάσαι. ἐπειδὴ γὰρ δοκοῦσι καὶ Εὐβοεῖς ἀποστάντες τῆς συμμαχίας τετυχηκέναι βοηθείας, οἰκείῳ καὶ τού‐ τῳ κέχρηται τῷ παραδείγματι. καὶ μὴν κἀκεῖνα ἂν εἴη τοῦ συμφέροντος καὶ τοῦ δικαίου ἅμα καὶ τοῦ δυνατοῦ, ἐν οἷς αἰτιᾶται αὐτοὺς μὴ βοηθήσαν‐
15τας τοῖς ἀδικηθεῖσι πρότερον, καὶ ὅτι μεταποιοῦνται τῆς ἡγεμονίας αὐτῶν οἱ Ἕλληνες, ὅταν καλῶσι πρὸς ἑαυτοὺς Πυδναῖοι, ὅταν Ποτιδαιᾶται παρα‐ διδῶσιν ἑαυτοὺς καὶ τὴν πόλιν. ἐν οἷς δέ φησιν αὐτοὺς ηὐξηκέναι τῇ ῥαθυ‐ μίᾳ τὸν Φίλιππον, ὁμοῦ μὲν φοβεῖ ὁμοῦ δὲ καὶ παραμυθεῖται· αὔξων μὲν γὰρ καταπλήττει, φάσκων δὲ διὰ τὴν αὐτῶν ῥαθυμίαν γεγενῆσθαι μέγαν,
20πάλιν τοῦ δέους ὑφιέναι παρασκευάζει· ἐπ’ αὐτοῖς γὰρ καὶ τὸ καταλῦσαι ἔσται. καὶ ὅπερ ὁ Θουκυδίδης φαίνεται ποιῶν ἐν τῇ δημηγορίᾳ τῇ Κοριν‐ θίων. ἐν δὲ τούτοις τὸ συμφέρον προηγεῖται, τὰ δ’ ἄλλ’ ἕπεται. μεμνημέ‐ νος δὲ τῆς παρὰ τῶν θεῶν εὐνοίας συνέστησεν αὐτὴν ἐξ ὧν οὐκ ἄν τις ἤλπισε. τὰς γὰρ τῶν Θρᾳκῶν συμφορὰς καὶ τῶν ἐπὶ Θρᾴκης Ἑλληνίδων
25πόλεων τῆς παρὰ τῶν θεῶν εὐνοίας ἀφορμηθῆναι λέγων τὸ δυνατὸν τὸ τῆς πόλεως, διὰ τούτων συνίστησιν ὡς ὁμοῦ καὶ τὸ συμφέρον καὶ τὸ δυνατὸν πεπλέχθαι. ἄχρι μὲν τούτου προῆλθε κατασκευάζων ὡς, ἐξὸν τῇ πόλει τὴν ἡγεμονίαν ἀναλαβεῖν, ἐρραθύμησε καὶ ὅτι νῦν γοῦν, εἰ καὶ μὴ πάλαι, ἀνακτήσασθαι αὐτὴν δεῖ. ἐξ ὧν συνίστησι καὶ τὸ οἰκεῖον εἶναι τὸν πόλεμον,
30εἴπερ ὑπὲρ ἡγεμονίας. Τὰ δὲ ἐντεῦθεν τὸ ἀναγκαῖον ἔχει καὶ τὴν εἰσβολὴν εἴληφεν ἀπὸ τοῦ
(12) ‘εἰ δὲ προησόμεθα, ὦ Ἀθηναῖοι, καὶ τούτους τοὺς ἀνθρώπουσ‘. φοβεῖ9

10

γὰρ καὶ δείκνυσιν οὐκ εἰς μακρὰν περὶ τῶν οἰκείων κινδυνεύσοντας καὶ ὅτι ὁδῷ πρόεισιν ὁ Φίλιππος, ὥσπερ καὶ Θουκυδίδης πεποίηκεν ἐν τῇ δημηγορίᾳ τῶν Κορινθίων (Th. 1, 69, 3) ‘καὶ ἴσμεν οἵᾳ ὁδῷ χωροῦσιν οἱ Ἀθηναῖοι ἐπὶ τοὺς πέλασ‘. οὕτω καὶ Φίλιππος τὸ πρῶτον Ἀμφίπολιν λα‐
5βών, μετὰ ταῦτα Πύδναν καὶ Θρᾴκην καὶ Παίονας, ἐπὶ τοὺς Ἀθηναίους ἥξει. οὐχ ὡς πρὸς ἀντίθεσιν ἀπαντήσας, ὡς ἂν οἰηθείη τις ὑποκρούων, ‘καὶ τί ἂν ἡμεῖς βλαβείημεν Ὀλυνθίων ἑαλωκότων;‘, ἀλλ’ ἐξ ἀρχῆς ἐνστη‐ σάμενος οἰκεῖον καταδεῖξαι τὸν πόλεμον ἑκατέρωθεν αὐτὸ κατεσκεύασεν, ἀπό τε τῆς ἡγεμονίας ἧς μεταποιεῖσθαι προσήκει τῇ πόλει καὶ ἀπὸ τοῦ τὸν
10πόλεμον οὐκ εἰς μακρὰν ἥξειν εἰς τὴν Ἀττικήν, εἰ μὴ βοηθήσαιεν τοῖς ἔτι λειπομένοις τῶν Ἑλλήνων ἐπὶ τῆς Θρᾴκης. οὗ δὴ καὶ τὴν σύστασιν ποιησό‐ μενος 〈καθ’〉 ὑπόνοιαν παρίστησι τὰ συμβησόμενα τῇ πόλει δεινά, εἰ γέ‐ νοιτο πόλεμος πρὸς τῇ χώρᾳ, οὐ λέγων μὲν κατ’ εἶδος οὐδ’ ἐπεξιών, ταῖς δὲ ὑπονοίαις μειζόνως φοβῶν.
15Τέλος δὲ ἐπιθεὶς τούτῳ τῷ μέρει τοῦ λόγου, ἐν ᾧ τὸ συμφέρον ὁμοῦ καὶ τὸ δυνατὸν πέπλεκται, πῇ μὲν προτεροῦντος τοῦ δυνατοῦ, ἑπομένου δὲ τοῦ συμφέροντος, πῇ δὲ ἐναντίως τῆς τούτων τάξεως ἐχούσης καὶ προηγου‐ μένου πάλιν αὐτοῦ τοῦ συμφέροντος, δευτερεύοντος δὲ τοῦ δυνατοῦ, καὶ τοῦ λόγου παντὸς πεποικιλμένου συμβουλῇ καὶ προτροπῇ, ἀεὶ τῶν ἐννοιῶν
20διαδεχομένων ἀλλήλας, προοιμιάζεται λοιπὸν περὶ τοῦ δυνατοῦ πάλιν τῆς πόλεως (16) ‘τὸ μὲν ἐπιτιμᾶν ἴσως φήσαι τις ἂν ῥᾴδιον‘ ἀρχὴν τοῦ προ‐ οιμίου ποιησάμενος. τὸ δὲ δυνατὸν τέτμηκε δίχα, εἴς τε τὸν τρόπον τῆς παρασκευῆς καὶ εἰς τὸν τῶν χρημάτων πόρον. οὗτος δὲ ἦν αὐτῷ χαλεπὸς ὁ λόγος, καὶ διὰ τοῦτο προοιμίῳ κέχρηται, ἐπειδήπερ οὐκ ἦν ἀνέδην οὐδὲ
25μετὰ παρρησίας οὐδ’ εὐχερῶς ἐπ’ αὐτὸ ἐλθεῖν μὴ προθεραπεύσαντα καὶ προδιοικησάμενον. σκοπὸν δὲ ἔχων μίαν δύναμιν ἐκπέμψαι ἐπὶ τὴν Ὄλυν‐ θον δύο δυνάμεις ἀξιοῖ ψηφίζεσθαι, μάλιστα μὲν ἵνα τὴν ἑτέραν αὐτῶν δυ‐ νηθῇ κατορθῶσαι (εἴωθε γὰρ μείζονα καὶ πλείονα ὧν βούλεται κατορθοῦν ἀεὶ προτείνειν, ἵνα τῆς ἀνάγκης αὐτοῖς ἐπαρτηθείσης ἕλωνται τὰ ἐλάττω),
30εἶθ’ ἵνα καὶ φοβήσας τῷ μεγέθει τῆς παρασκευῆς φοβήσῃ καὶ τῷ τῇς εἰσφο‐ ρᾶς μεγέθει καὶ ταύτῃ καταναγκάσῃ τῶν θεωρικῶν ἀποστῆναι. ὅτι δ’ οὖν
οὐ πρόκειται αὐτῷ τὰς δύο δυνάμεις οὐδὲ τὰς δύο παρασκευὰς ἀποστεῖλαι,10

11

φανερὸν ἐκ τοῦ μήτε πολύν τινα κινῆσαι λόγον, σύστασιν περιέχοντα τοῦ δεῖν ἐκπέμπειν ἑκατέραν, καὶ ἐκ τοῦ ταχέως ἐπὶ τὸν λόγον τῶν χρημάτων δραμεῖν. ἄξιον δὲ ἐπισημήνασθαι ὅτι οὐδὲ ἐγχρονίζειν βούλεται τῷ λόγῳ τῷ περὶ τῶν χρημάτων διὰ τὸ δυσχερές, ἀλλ’ εὐθὺς μεταβαίνει πάλιν
5ἐπὶ τὸν τῶν εἰσφορῶν, ἵνα μὴ φαίνηται ἐπιτηδεύων τὴν πρὸς Εὔβουλον μάχην, ἀλλὰ τῇ χρείᾳ τῶν πραγμάτων ἑπόμενος, πῇ μὲν ἀξιῶν τῶν θεωρι‐ κῶν ἐξίστασθαι, πῇ δὲ ἀπὸ τῶν οἰκείων εἰσφέρειν, καὶ οὐ τοὺς πλουσίους μόνον, ἀλλὰ καὶ τοὺς ἀπόρους. ποιεῖ δὲ τοῦτο ἐξεπίτηδες· οὐκ ἐγχρονίζει μὲν γὰρ τῷ περὶ τῶν θεωρικῶν λόγῳ διὰ τὸ ἀνιᾶν· οὐ μὴν οὐδὲ ἀφίσταται
10διὰ τὸ μὴ ἀλλαχόθεν εἶναι πόρον. τὸν δὲ περὶ τῆς εἰσφορᾶς ποιεῖται λόγον, οὐκ ὄντως τοῦτον ἔχων τὸν σκοπὸν ἵνα εἰσενέγκωσιν, ἀλλ’ ἵνα διὰ τῆς εἰσφορᾶς καταναγκάσῃ τῶν θεωρικῶν ἐκστῆναι. ‘Λέγουσι δὲ καὶ ἄλλους τινὰς ἄλλοι πόρους, ὧν ἕλεσθε‘ (20) ἔστι μὲν ἀνθυποφορά, χρὴ δὲ ἀναφέρειν τὴν προκατασκευὴν ὡς λύσιν ἐπὶ τὴν
15ἔννοιαν τοῦ προοιμίου, ἵνα ἐκ συγκρίσεως συμφορώτερος 〈ὁ〉 πόρος φαίνη‐ ται. διὰ τοῦτο γὰρ κατ’ ἀρχὰς ἠξίωσε μηδένα κωλυθῆναι βουλόμενον λέγειν, ἵνα ἡ εἰσήγησις αὐτοῦ ἡ περὶ τῶν χρημάτων βέλτιον ἔχουσα φαίνη‐ ται. τέθεικε δὲ καὶ ἐν τῷ τρίτῳ πλείονα τῆς ἐν τούτῳ τῷ λόγῳ λύσιν. ‘Ἄξιον δὲ ἐνθυμηθῆναι καὶ λογίσασθαι τὰ πράγματα‘. (21) ἐντεῦθεν
20πρὸς τὸ δυνατὸν τὸ τοῦ Φιλίππου ἵσταται. προτέθεικε δὲ τὴν λύσιν τῆς ἀντιθέσεως ἣν ἐπεσημήνατο εὐθὺς προελθὼν ἐξ ἀναιρέσεως. θαυμάσαι δὲ ἄξιον καὶ ταύτης τὴν μεταχείρισιν· 〈οὐ〉 γὰρ εἶπεν ‘οὐ φοβερὸς Φίλιπποσ‘, ἀλλ’ εἶπεν ‘〈οὐκ〉 εὐπρεπῶς καὶ καλῶς ἔχει τὰ Φιλίππου πράγματα‘. ἣν ἔλυσε κατακερματίσας τὴν Φιλίππου δύναμιν εἰς τέσσαρα, εἰς τὸν καιρὸν
25δι’ ὃν ταράττεται, εἰς Θετταλούς, τοὺς ἑαυτοῦ συμμάχους, ἀποστατικῶς ἔχοντας, εἰς ἀπορίαν χρημάτων δι’ ἣν οὐχ ἕξει ξένους, εἰς τοὺς ὑπηκόους Ἰλλυριοὺς καὶ Παίονας ἐπιθυμοῦντας ἐλευθερίας, ὥσπερ καὶ προδιαι‐ ροῦντες τὸν λόγον εἴπομεν, τὴν ἐντελεστέραν ἐργασίαν τοῦ κεφαλαίου πρὸς ὁλόκληρον φυλάξας ὑπόθεσιν.
30‘Διόπερ πολλάκις δοκεῖ τὸ φυλάξαι τὰ ἀγαθὰ τοῦ κτήσασθαι χαλεπώ‐ τερον εἶναι‘. (23) τοῦτο ἐπὶ τῶν ἀνοήτων καὶ παρ’ ἀξίαν εὐτυχούντων εἶπεν, ὥστε εἴ τις αὐτῷ συγκρούειν ἐθέλει πρὸς τὸ εἰρημένον 〈***〉. ἐν
〈δὲ〉 τῷ δευτέρῳ καθολικώτερον εἴρηται καὶ ἀποφαντικώτερον, τὸ δὲ ἐν11

12

τούτῳ κατὰ τῶν ἀνοήτων μόνον, καὶ τοῦτο οὐκ ἀπολύτως. τὸ γὰρ ‘πολλά‐ κισ‘ καὶ τὸ ‘δοκεῖ‘ οὐχ ὅτι πάντως δεῖ τοῦτο συμβαίνειν, ἀλλὰ ἔστιν ὅτε. ‘Δεῖ τοίνυν ἡμᾶς, ὦ Ἀθηναῖοι, τὴν ἀκαιρίαν τὴν ἐκείνου‘. (24) ἐντεῦθεν τῶν ἐπιλόγων ἅπτεται, οὓς ὁμοίως εἰς δύο μέρη διῄρηκεν, εἰς τὸ δυνατὸν
5καὶ τὸ συμφέρον· καὶ γὰρ οἱ ἐπίλογοι ἀπὸ τῶν τελικῶν κεφαλαίων λαμ‐ βάνονται. καὶ τὸ μὲν δυνατὸν ἀπὸ τοῦ καιροῦ κατασκευάζει, ἀπὸ πρεσβείας τῶν Ἀθηναίων τῆς πρὸς τοὺς Ἕλληνας καὶ πρὸς τοὺς ὑπόπτως διακειμέ‐ νους συμμάχους τοῦ Μακεδόνος, ἀπὸ στρατιᾶς αὐτῶν καὶ ἐξόδου, ἀπὸ τοῦ ἀτόπου ὅπερ ἐστὶν ἀπὸ γνώμης, πῶς ἂν Φίλιππος διετέθη τοιούτου καιροῦ
10παραπεπτωκότος, ἀπὸ τῆς αἰσχύνης τῶν ἐκβάντων ἄν. τὸ δὲ συμφέρον δίχα διῄρηκεν, εἰς σύγκρισιν δύο πολέμων, τοῦ τε ἐπὶ Θρᾴκης 〈καὶ τοῦ ἐπὶ τῆς Ἀττικῆσ〉, καὶ τί ποιήσουσι τὴν Μακεδονίαν συμμαχοῦντες Ὀλυνθίοις, τίνα δὲ αὐτοὶ πείσονται κομισθέντος δεῦρο τοῦ πολέμου, μηδένων ὄντων τῶν κωλυόντων, μὴ Φωκέων, μὴ Θηβαίων, τῶν μὲν δι’ ἀσθένειαν, τῶν
15δὲ διὰ δυσμένειαν. οὐ γὰρ ὑπολαμβάνειν ἀντίθεσιν δεῖ τὴν ἔννοιαν τὴν ἀπὸ γνώμης τοῦ Φιλίππου, ὥσπερ ὁ Ζήνων εὐήθως ὑπείληφεν, ἀλλ’ ἔστιν ἡ ἔννοια ἐπιλογικὴ τοῦ ἀναγκαίου. ἐπειδὴ γὰρ ἐν τοῖς ἔμπροσθεν κατεσκεύα‐ σε προσήκειν τῇ πόλει τὸν πόλεμον, καὶ διὰ τοῦ δευτέρου 〈παρέστησεν ἐπὶ τὴν Ἀττικὴν〉 ἂν ἐλθεῖν τὸν Φίλιππον λαβόντα τὴν Ὄλυνθον, εἰκότως
20κἀνταῦθα ἐπιλογιζόμενος τῶν αὐτῶν ἐμνήσθη. τοῦ Χαλκιδικοῦ γὰρ ἀπολωλότος γένους καὶ δύο καὶ τριάκοντα πόλεων ᾑρημένων, τίνες ἔσονται λοιπὸν ἐμποδών; ἃ δὲ αὐτοὶ πείσονται οἱ Ἀθηναῖοι γενομένου πρὸς αὐτοῖς τοῖς ὁρίοις τῆς Ἀττικῆς τοῦ πολέμου, βουλόμενος αὐξῆσαι δίχα διῄρηκεν, εἴς τε τὰ τοῦ πολέμου καὶ εἰς αὐτὸν τὸν πόλεμον, τίνα μὲν ὑπομενοῦσιν οἱ
25γεωργοῦντες, τίνα δὲ καὶ ἡ χώρα, χρωμένου 〈αὐτῇ〉 κατ’ ἀνάγκην τοῦ στρατοπέδου τῶν Ἀθηναίων πρὸς τὴν ὑπηρεσίαν τῶν ἀναγκαίων, τίνα δὲ ἐργάσονται οἱ πολέμιοι καὶ ἀναγκαίως ὑβρίζοντες καὶ λεηλατοῦντες τὴν χώραν, ὡς διπλοῦν περιίστασθαι τῇ Ἀττικῇ πόλεμον, τοῦτο μὲν διὰ τῶν οἰκείων, τοῦτο δὲ διὰ τῶν πολεμίων. ὧν ἀπαλλαγεὶς ἀξιοῖ πᾶσαν ἡλικίαν
30καὶ πᾶν ἔθνος, καὶ εὐπόρους καὶ ἀπόρους καὶ ῥήτορας, ἀπωθεῖσθαι ἐπὶ τὴν
Θρᾴκην τὸν πόλεμον, δεικνὺς οὐ μικρὰ τὰ κέρδη οὐδὲ τὰ συμφέροντα12

13

ἐσόμενα πᾶσιν, εἰ τοῦτο γένοιτο. ἄξιον δὲ καὶ τὴν μεταχείρισιν θεωρεῖν καὶ τὴν ποικιλίαν. προηγεῖται μὲν γὰρ ὁ τῆς συμβουλῆς λογισμός, ἕπεται δὲ ὁ τῆς προτροπῆς εὐθύς, ὥστε καὶ κατὰ τοῦτο τὸ εἶδος πεπλέχθαι τὸν λόγον, ἐπειδήπερ ἡ μὲν συμβουλὴ λόγος ἐστὶν ὑποθετικὸς τῶν πραγμάτων,
5ἡ δὲ προτροπὴ λόγος προάγων ἐφ’ ὁμολογουμένας τὰς πράξεις, παρ‐ αίνεσις δὲ λόγος ὑποθετικὸς καὶ περιεκτικὸς τοῦ τρόπου τῶν πράξεων.
PrgTBc13